Τη Αγία και Μεγάλη Παρασκευή
ο εν ύδασι την γην κρεμάσας. Στέφανον εξ ακανθών περιτίθεται, ο των αγγέλων βασιλεύς. Ψευδή πορφύραν περιβάλλεται, ο περιβάλλων τον ουρανόν εν νεφέλαις. Ράπισμα κατεδέξατο, ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ. Προσηλώθη, ο νυμφίος της Εκκλησίας. Λόγχη εκαντήθη, ο υιός της Παρθένου. Προσκυνούμεν σου τα Πάθη, Χριστέ. Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν.”
«Τὴ Αγία καὶ Μεγάλη Παρασκευή,
τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν,
τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις,
τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον,
τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἤλους, τὴν λόγχην,
καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶς ἑκὼν κατεδέξατο,
ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Ληστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ,
σωτήριον ἐν τῷ Σταυρῶ ὁμολογίαν».